Ἄνθρωπος: ἄνω θρώσκω, τὰ ἄνω ζητῶ, ἄνω σχῶμεν τὰς καρδίας!
Εμφάνιση αναρτήσεων με ετικέτα .Ὑμνογραφία τῆς Κυριακῆς. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα .Ὑμνογραφία τῆς Κυριακῆς. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή, 26 Ιουλίου 2015

Ἁγία Ὁσιομάρτυς Παρασκευή πρέσβευε ὑπέρ ἡμῶν.



Ἀπολυτίκιον. Ἦχος α’.
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, 
ἐργασάμενη φερώνυμε, 
τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι, 
Παρασκευὴ Ἀθληφόρε· 
ὅθεν προχέεις ἰάματα, 
καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῇ Ἀθληφόρῳ οἱ πιστοὶ τὸν ὑμνητήριον
Παρασκευῇ δεῦτε συμφώνως ἀναμέλψωμεν·
Ἀπαστράπτει γὰρ τοῖς θαύμασιν ἐν τῷ κόσμῳ
Ἀπελαύνουσα τῆς πλάνης τὴν σκοτόμαιναν
Καὶ παρέχουσα πιστοῖς τὴν χάριν ἄφθονον
Τοῖς κραυγάζουσι, χαίροι Μάρτυς πολύαθλε. 


Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας ἡ λαμπηδών, 
καὶ τῶν ἰαμάτων, πολυχεύμων ὄντως κρουνός· 
χαίροις προστασία, καὶ σκέπη οὐρανία, 
Παρασκευὴ θεόφρον, τῶν εὐφημούντων σε.

Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας 

Πηγή: Νέος Ἐνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, «Ἅγιον Ὄρος», σελ. 400-401.

Κυριακή, 20 Ιουλίου 2014

Κυριακή ΣΤ' Ματθαίου (τοῦ παραλύτου) - Ὕμνοι

ᾨδὴ ε' . Ὁ ἀναβαλλόμενος. 

Ὁ δι' ἀγαθότητα κτίσας τὸν ἄνθρωπον, 
καὶ κατ' εἰκόνα τὴν σὴν ποιήσας, 
ἐν ἐμοὶ κατοίκησον, τρίφωτε Θεέ μου, 
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 

Σὺ μὲ καθοδήγησον, Μονὰς τρισήλιε, 
πρὸς τρίβους θείας τῆς σωτηρίας, 
καὶ τῆς σῆς ἐλλάμψεως πλήρωσον, 
ὡς φύσει ὁ Θεὸς ἀπειροδύναμος. 

Φῶς τὸ ἀδιαίρετον τῆς μιᾶς φύσεως, 
μεμερισμένον τοῖς χαρακτῆρσι, 
τριλαμπές, ἀνέσπερον, τὴν ἐμὴν καρδίαν
καταύγασον ταῖς αἴγλαις σου. 

Θεοτοκίον. 

Ὠς κατεῖδε πάλαι σε, Ἁγνὴ Πανάχραντε, 
ὁ Ὑποφήτης βλέπουσαν πύλην, 
πρὸς τὸ φῶς τὸ  ἄδυτον, εὐθύς σε ἐπέγνω, 
Θεοῦ κατοικητήριον. 

Πηγή: Παρακλητική, «Φῶς», σελ. 239.

Κυριακή, 13 Ιουλίου 2014

Κυριακὴ τῶν Ἁγίων Πατέρων τῆς Δ' Οἰκουμενικῆς Συνόδου - Ὕμνοι

Ἡ Σύναξις τοῦ Ἀρχαγγέλου Γαβριὴλ

Ἦχος α'. Πανεύφημοι μάρτυρες.

Γαβριὴλ Ἀρχάγγελε Θεοῦ, 
θεῖος Ἀρχιστράτηγος, καὶ ὑπουργὸς ἀνέδέδειξαι·
καὶ ταῖς λαμπρότησι, καὶ ταῖς φρυκτωρίαις, 
τούτου αὐγαζόμενος, ἀμέσως κατὰ μέθεξιν δεύτερον, 
φῶς ἐχρημάτισας, καὶ φωτίζεις τὴν περίγειον, 
ἐξαστράπτων, τῷ κάλλει τῆς δόξης αὐτοῦ.


Γαβριὴλ πρωτάγγελε τὸ σόν, κλέος περιβόητον· 
καὶ θαυμαστή σου ἡ δύναμις· ἡ χάρις ἔνθεος· 
ἡ μορφὴ ὡραία· τὸ εἶδος σου πύρινον· 
ἡ τάξις ὑψηλὴ καὶ ὑπέρτιμος· ἡ φαῦσις ἄϋλος·
ἡ ροπὴ ἀμετακίνητος, πρὸς τὸ χεῖρον, 
τῇ νεύσει τοῦ κρείττονος.


Γαβριὴλ Ταξίαρχε χαρᾶς, μυστικῆς προάγγελε, 
ὁ νυμφοστόλος ὁ ἔνδοξος, τῆς Θεομήτορος, 
σὺν αὐτῇ τῷ Κτίστῃ, πάντων καθικέτευε, 
λυτροῦσθαι τῶν δεινῶν καὶ τῶν θλίψεων, 
τοὺς σὲ γεραίροντας, καὶ τὰ θεῖα Εὐαγγέλια, 
σοῦ ἐν πίστει δεχόμενους πάντοτε.

Πηγή: Μηναῖον Ἰουλίου, «Φῶς», σελ. 110.

Κυριακή, 6 Ιουλίου 2014

Κυριακή Δ' Ματθαίου - Ὕμνοι πρὸς τιμὴν τοῦ Ἁγίου Σισώη τοῦ Μεγάλου

Ὁ Ἅγιος Σισώης ὁ Μέγας στὸν τάφο τοῦ Μεγάλου Ἀλεξάνδρου.
«Σταματώντας μία ἡμέρα κοντὰ στὸν τάφο τοῦ Μεγάλου Ἀλεξάνδρου, συλλογίστηκε κατάπληκτος τὴν ματαιότητα τῆς ἐπίγειας δόξας καὶ ἔχυσε δάκρυα γιὰ τὴν κοινὴ μοίρα κάθε ἀνθρώπου».*


Ἀπολυτίκιον. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. 

Ἐκ παιδὸς γεωργήσας ζωὴν τὴν κρείττονα, 
τῶν κατ' αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, 
τῶν Ἀγγέλων μιμητὰ Σισώη Ὅσιε· 
ὅθεν ὡς ἥλιος λαμπρός, 
ἀπαυγάζεις τηλαυγῶς, 
ἐν ὥρᾳ τῆς σῆς ἐξόδου,
δηλοποιῶν τὴν σὴν δόξαν, 
καὶ καταλάμπων τὰς ψυχὰς ἡμῶν.


Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον. 

Ἐν ἀσκήσει ἅγγελος ἐν γῇ ὡράθης, 
καταυγάζων Ὅσιε, 
τὰς διανοίας τῶν πιστῶν, 
θεοσημείαις ἑκάστοτε·
ὅθεν σε πάντες, 
Σισώη γεραίρομεν. 

 
Μεγαλυνάριον. 

Νέκρωσιν Σισώη ζωοποιόν, 
παθῶν τῇ ἐκδύσει,  ἐνδυσάμενος ὁλικῶς, 
νεκροὺς ὡς ἐξ ὕπνου, τῷ ἱερῷ σου λόγῳ, 
ἐξήγειρας νεκρώσας, τόν παναλάστορα.
   

Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

Πηγή: Νέος Ἑνιαύσιος στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, Καλύβη Τιμίου Προδρόμου,Σκήτη Μικρᾶς Ἁγίας Ἄννης, σελ. 375-376.

________________________________________
* Ἀπόσπασμα ἀπὸ τὸν Νέο Συναξαριστὴ τῆς Ὀρθοδόξου Ἐκκλησίας, Ἱερομονάχου Μακαρίου Σιμωνοπετρίτου, «Ἴνδικτος», σελ. 69.

Κυριακή, 29 Ιουνίου 2014

Κυριακὴ τῶν Ἁγίων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου - Ὕμνοι


Ἦχος β'. Ἀρσενίου. 

Τοὺς Μαθητὰς τοῦ Χριστοῦ καὶ θεμελίους τῆς Ἐκκλησίας, 

τοὺς ἀληθεῖς στύλους καὶ βάσεις, καὶ σάλπιγγας ἐνθέους,

τῶν τοῦ Χριστοῦ δογμάτων καὶ παθημάτων, 

τοὺς κορυφαίους Πέτρον καὶ Παῦλον,

ἅπας ὁ κόσμος ὡς προστάτας  εὑφημήσωμεν.

Οὗτοι γὰρ διαδραμόντες τὸ κλίτος ὅλον τῆς γῆς, 

ὥσπερ ἀρότρῳ ἔσπειραν τὴν πίστιν,

καὶ πᾶσι τὴν θεογνωσίαν ἀνέβλυσαν, 

τῆς Τριάδος δεικνῦντες λόγον. 

Ὦ Πέτρε, πέτρα καὶ κρηπίς, 

καὶ Παῦλε, σκεῦος ἐκλογῆς·   

οἱ καὶ ζευκτοὶ βόες τοῦ Χριστοῦ, 

πάντας εἵλκυσαν πρὸς τὴν θεογνωσίαν, 

ἔθνη καὶ πόλεις τε καὶ νήσους. 

Ἑβραίους δὲ πάλιν πρὸς τὸν Χριστὸν ἐπανήγαγον, 

καὶ πρεσβεύουσι τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Πηγή: Μηναῖον Ἰουνίου, «Φῶς», σελ. 196.

Κυριακή, 22 Ιουνίου 2014

Κυριακὴ τῶν ἐν Ἄθῳ Ὁσίων Πατέρων - Ὕμνοι


Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Τοὺς τοῦ Ἄθω Πατέρας καὶ ἀγγέλους ἐν σώματι, Ὁμολογητὰς καὶ Ὁσίους, Ἱεράρχας καὶ Μάρτυρας, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, 
μιμούμενοι αὐτῶν τὰς ἀρετάς, 
ἡ τοῦ Ὄρους πληθὺς πᾶσα τῶν Μοναστῶν,
 κραυγάζοντες ὁμοφώνως· 
δόξα τῷ ἁγιάσαντι ὑμᾶς, 
δόξᾳ τῷ στεφανώσαντι, 
δόξα τῷ ἐν κινδύνοις ἡμῶν, 
ὑμᾶς προστάτας δείξαντι.


Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς οὐρανώσαντας τὸ Ὄρος Πατέρας, 
καὶ ὑποδείξαντας ἐν τούτῳ τὸν βίον, 
Ἀγγέλων πολιτεύεσθαι καὶ πλήθη Μοναχῶν, 
ἐν αὐτῷ συνάξαντας, ἀνευφημήσωμεν πάντας, 
πρὸς αὐτοὺς κραυγάζοντες· Ἀπὸ πάσης ἀνάγκης, 
καὶ ἐπηρείας ῥύσασθε ἡμᾶς, πληθὺς Ὁσίων, 
τοῦ Ἅθω τὸ καύχημα.


Μεγαλυνάριον. 

Τοὺς τοῦ Ὄρους Ἄθω καθηγητάς, 
Μοναστὰς Μιγάδας, Ἱεράρχας καὶ Ἀθλητάς, 
Ὁμολογητάς τε, Ποιμένας καὶ Ὁσίους, 
τῶν Μοναστῶν τὰ πλήθη, ὕμνοις τιμήσωμεν. 

Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

Πηγή: Νέος Ἑνιαύσιος στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, Καλύβη Τιμίου Προδρόμου,Σκήτη Μικρᾶς Ἁγίας Ἄννης, σελ. 470-471.

Κυριακή, 15 Ιουνίου 2014

Κυριακὴ τῶν Ἁγίων Πάντων - Ὕμνοι


Ἀγαλλιᾶσθε Μάρτυρες, οἱ Προφῆται, Ἀπόστολοι 
Ἱερομαρτύρων ὁ σεπτὸς κατάλογος, 
Δικαίων Ὁσίων τε, καὶ Διδασκάλων θεῖος χορός, 
σὺν ταῖς Μυροφόροις γυναιξὶ μελωδοῦντες· 
Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, 
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 

Τῆς ὑπὲρ νοῦν λαμπρότητος, ἐμφορούμενοι Ἅγιοι, 
θείας εὐφροσύνης καὶ χαρᾶς πληρούμενοι, 
θεοί χρηματίζετε, τῇ πρὸς Θεὸν ἐγγύτητι, 
ταῖς θεουργικαῖς μαρμαρυγαῖς ὁμιλοῦντες, 
καί δόξης τῆς ἀφράστου, φωτισθέντες ἀκτῖσι, 
Χριστὸν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀναφανέντες Ἅγιοι, ὡς φωστῆρες πολύφωτοι, 
τὸν τῆς Ἐκκλησίας, οὐρανὸν φαιδρύνετε, 
ποικίλοις χαρίσμασι, καὶ διαφόροις κάλλεσιν, 
ἐν δικαιοσύνῃ, σωφροσύνῃ, ἀνδρείᾳ, φρονήσει τε, βοῶντες· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, 
Χριστὸν εἰς τοὺς αἰῶνας.

Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 259.

Κυριακή, 8 Ιουνίου 2014

Κυριακὴ τῆς Ἁγίας Πεντηκοστῆς - Ὕμνοι



Ἀπολυτίκιον.  
Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, 
ὁ πανσόφους, τοὺς ἁλιεῖς ἀναδείξας, 
καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, 
καὶ δι' αὐτῶν, τὴν οἰκουμένην σαγηνεύσας, 
Φιλάνθρωπε δόξα σοι.


Κοντάκιον.
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, 
διεμέριζεν ἔθνη ὁ Ὕψιστος· 
ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, 
εἰς ἑνότητα πάντας ἐκάλεσε· 
καὶ συμφώνως δοξάζομεν 
τὸ Πανάγιον Πνεῦμα. 

Μεγαλυνάριον. 

Ἐν πυρίναις γλώσσαις τοῖς Μαθηταῖς, 
ἐν τῷ ὑπερῴω, ὡς ὑπέσχου ἐκ τοῦ Πατρός, 
ἔπεμψας Σωτήρ μου, τὸ συμφυές σου Πνεῦμα, 
καὶ τούτους τῆς σῆς δόξης, ῥήτορας ἔδειξας. 


Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

Πηγή: Νέος Ἑνιαύσιος στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, Καλύβη Τιμίου Προδρόμου,Σκήτη Μικρᾶς Ἁγίας Ἄννης, σελ. 468-469.

Κυριακή, 1 Ιουνίου 2014

Κυριακὴ τῶν Ἁγίων 318 Θεοφόρων Πατέρων τῆς ἐν Νικαίᾳ Α' Οἰκουμενικῆς Συνόδου - Ὕμνοι



Τῶν Πατέρων. Τῷ θείῳ φέγγει σου.

Ὠραῖοι πόδες ὡς ἀληθῶς, 
σὲ τῶν κηρυττόντων τὴν εἰρήνην, 
τὴν πάντα νοῦν ὑπερέχουσαν, 
πάντων τῶν Ἀγγέλων, καὶ τῶν ἀνθρώπων Χριστέ, 
καὶ πλήθει τῆς εἰρήνης κόσμον συνάπτουσαν.


Σοφίαν δύναμιν τοῦ Πατρός, 
Λόγον ἐνυπόστατον Χριστέ, 
σὲ συνελθόντες ἐκήρυξαν, 
οἱ Παναγίας ἱερωσύνης σεπτῶς, 
τῷ νόμῳ σφραγισθέντες θεῖοι Διδάσκαλοι. 


Ὑδάτων νάματα καθαρά, 
τῆς διδασκαλίας τοῦ Χριστοῦ, 
τὴν Ἐκκλησίαν ποτίσαντες, 
ἐπὶ τῶν ὑδάτων τῆς ἀναπαύσεως νῦν, 
τρυφᾶτε δι' αἰῶνος ἀγαλλιώμενοι. 


Ὁ Οἶκος.

Ἐν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας, 
ἀκουσωμεν βοώσης· 
Ὁ διψῶν, ἐρχέσθω καὶ πινέτω· 
ὁ κρατὴρ ὃν φέρω, κρατήρ ἐστι σοφίας· 
τούτου τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, 
ὕδωρ οὐ προχέων ἀντιλογίας, ἀλλ' ὁμολογίας· 
ἦς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον·
Ἴδετε, ἴδετε, ὅτι αὐτὸς ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· 
ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, 
καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν ὅλως. 
Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, 
καὶ αἰνέσουσι, τῆς εὐσεβείας τὸ μέγα μυστήριον. 

Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 195 & 196.
 

Κυριακή, 25 Μαΐου 2014

Κυριακὴ τοῦ τυφλοῦ - Ὕμνοι


Δόξα. Ἦχος πλ. δ'. 

Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός,

ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, 

διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, 

φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὅμματα, 

τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας δεῖξον, 

ἵνα πίστει βοῶμεν σοι·

Πολλή σου καὶ ἄφατος,

ἡ εἰς ἡμᾶς εὐσπλαχνία·

φιλάνθρωπε, δόξα σοι. 


Καὶ νῦν. Ἦχος πλ. α'.

Ἀναστάσεως ἡμέρα, 

καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει,

καὶ ἀλλήλους περιπτυξώμεθα. 

Εἴπωμεν ἀδελφοί, 

καὶ τοῖς μισοῦσιν ἡμᾶς·

Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, 

οὕτω βοήσωμεν· 

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, 

θανάτῳ θάνατον πατήσας, 

καὶ τοῖς ἐν τοῖς μνήμασι, 

ζωήν, χαρισάμενος. 

Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 140 & 5.

Κυριακή, 18 Μαΐου 2014

Κυριακὴ τῆς Σαμαρείτιδος - Ὕμνοι


Δόξα. Ἦχος πλ. β'. 

Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, 

εὐρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα,

αἰτεῖ ὕδωρ παρ' αὐτῆς, 

ὁ νέφεσι καλύπτων τὴν γῆν.

Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος,

πόρνῃ γυναικὶ διελέγετο· 

ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας·

ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, 

θέλων ἑλκύσαι ὄντως αὐτήν, 

τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, 

καὶ ποτίσασθαι ὕδωρ ζωῆς, 

τὴν φλεγομένην ἐν τοῖς ἀτοπήμασι δεινῶς, 

ὡς μόνος εὔσπλαχνος καὶ φιλάνθρωπος.


Καὶ νῦν. Ἦχος δ'. 

Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, 

μελῳδικῶς περὶ σοῦ προαναφώνησε,

τῷ μεγαλεῖά σοι ποιήσαντι·

Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου·

σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν,

ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός·

ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι· 

καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον,

τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ καὶ τῷ ἰδίῳ θελήματι, 

ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι·

καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός,

ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
 

Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 111-112.

Κυριακή, 11 Μαΐου 2014

Κυριακὴ τῆς θεραπείας τοῦ παραλύτου - Ὕμνοι





Δόξα. Ἦχος πλ. α'. Ποίημα τοῦ Κουμουλᾶ.

Ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, 

ἄνθρωπος κατέκειτο ἐν ἀσθενείᾳ·

καὶ ἰδών σε Κύριε ἐβόα· 

Ἄνθρωπον οὐκ ἔχω, ἵνα, 

ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλη με ἐν αὐτῷ· 

ἐν ᾧ δὲ πορεύομαι, ἄλλος προλαμβάνει με, 

καὶ λαμβάνει τὴν ἴασιν, ἐγὼ δὲ ἀσθενῶν κατάκειμαι. 

Και εὐθὺς σπλαχνισθεὶς ὁ Σωτήρ, λέγει πρὸς αὐτόν· 

Διὰ σὲ ἄνθρωπος γέγονα, διὰ σὲ σάρκα περιβέβλημαι,

καὶ λέγεις ἄνθρωπον οὐκ ἔχω;  

ἆρόν σου τόν κράββατον καί περιπάτει. 

Πάντα σοι δυνατά, πάντα ὑπακούει, 

πάντα ὑποτέτακται· 

πάντων ἡμῶν μνήσθητι, καὶ ἐλέησον Ἅγιε, 

ὡς φιλάνθρωπος.



Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός. 

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως,

Παρθένε πάνσεμνε· δι' ἧς ὁ λυτρωτής μου, 

Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν,

Ἥλιος ὑπάρχων, δικαιοσύνης, φωτίσαι θέλων, 

οὓς ἔπλασε κατ' εἰκόνα ἰδίαν, χειρὶ τῇ ἑαυτοῦ.

Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, 

ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

  Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 77.

Κυριακή, 4 Μαΐου 2014

Τῶν Ἁγίων Μυροφόρων γυναικῶν - Ὕμνοι


Ὁ Οἶκος. 
Ἐπὶ τὸν τάφο σου Σωτήρ, αἱ Μυροφόροι πορευόμεναι, 

πρὸς ἑαυτὰς διηπόρουν τῷ νοΐ, καὶ ἐφθέγγοντο· 

Τὶς ἡμῖν τὸν λίθον ἀποκυλίσει τοῦ μνήματος;

Καὶ ἀναβλέψασαι, ὁρῶσιν ὅτι ὁ λίθος ἀποκεκύλισται·

τῇ μορφῇ δὲ τοῦ Ἀγγέλου σὺν τῇ στολῇ ἐθαμβοῦτο,

συνείχοντο δὲ τρόμῳ καὶ φεύγειν ἐνόμιζον· 

καὶ πρὸς αὐτὰς ὁ νεανίσκος ἐβόησε· 

Μὴ φοβεῖσθε ὑμεῖς· ὃν ζητεῖτε, ἀνέστη·

δεῦτε, ἴδετε τὸν τόπον,

ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ 

καὶ ταχὺ πορευθεῖσαι,

ἀπαγγέλατε τοῖς Μαθηταῖς·

Ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος. 

 Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 57.

Κυριακή, 27 Απριλίου 2014

Κυριακὴ τοῦ Ἀντίπασχα - Ὕμνοι


Δόξα, καὶ νῦν. Ἦχος α'. 
Τῶν θυρῶν κεκλεισμένων, 
τῶν Μαθητῶν συνηθροισμένων, 
εἰσῆλθες ἄφνω παντοδύναμε, 
Ἰησοῦ ὁ Θεὸς ἡμῶν· 
καὶ στὰς ἐν μέσῳ αὐτῶν, 
εἰρήνην δοὺς ἐπλήρωσας ἁγίου Πνεύματος· 
προσμένειν τε προσέταξας; 
καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ,
ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· 
διὸ βοῶμέν σοι· 
Ὁ φωτισμὸς καὶ ἡ ἀνάστασις, 
καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι. 


Δόξα, καὶ νῦν. Ἦχος α'.
Μεθ' ἡμέρας ὀκτώ, 
τῆς Ἐγέρσεως σου Κύριε, 
ὤφθης τοῖς Μαθηταῖς σου, 
ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι· 
καὶ φωνήσας αὐτοῖς· 
Εἰρήνη ὑμῖν· 
τῶν ἀπιστοῦντι Μαθητῇ, 
τὰς χεῖρας ὑπέδειξας, 
καὶ τὴν ἄχραντον πλευράν. 
Ὁ δὲ πεισθεὶς ἐβόα σοι· 
Ὁ Κύριος μου καὶ ὁ Θεὸς μου, δόξα σοι. 

Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 34-35.

Κυριακή, 20 Απριλίου 2014

Κυριακὴ τοῦ Πάσχα - Ὑμνοι



Ὠδὴ θ'.  Ὁ Εἰρμός. 
Φωτίζου, φωτίζου, ἡ νέα Ἰερουσαλήμ· 
ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. 
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· 
σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, 
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 

Τροπάρια 
Ὤ θείας! ὤ φίλης! ὤ γλυκυτάτης σου φωνῆς· 
μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, 
μέχρι τερμάτων αἰῶνος Χριστέ· 
ἥν οἱ πιστοὶ ἄγκυραν ἐλπίδος,
κατέχοντες ἀγαλλόμεθα. 

Ὤ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· 
ὤ σοφία καὶ λόγε, τοῦ Θεοῦ καὶ δύναμις· 
δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, 
ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου. 

Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 5.


Κυριακή, 13 Απριλίου 2014

Κυριακὴ τῶν Βαΐων - Ὕμνοι


Τροπάρια.
Γονυπετοῦντες οἱ λαοί, 
καὶ σὺν Μαθηταῖς γεγηθότες,
μετὰ βαΐων Ὡσαννά, 
τῷ Υἱῷ Δαυῒδ ἔκραζον· 
Ὑπερύμνητε Κύριε, 
ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.


Ἡ ἀπειρόκακος πληθύς, 
ἔτι νηπιάζουσα φύσις,
θεοπρεπῶς σε Βασιλεῦ, 
Ἰσραὴλ καὶ Ἀγγέλων ἀνύμνησεν·  
 Ὑπερύμνητε Κύριε, 
ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.


Μετὰ βαΐων σε Χριστέ, 
κλάδοις ἐπεκρότει τὰ πλήθη,
εὐλογημένος ὁ ἐλθών, 
Βασιλεύς τῶν αἰώνων, ἐβόα τε· 
 Ὑπερύμνητε Κύριε, 
ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Πηγή: Τριώδιον, «Φῶς», σελ. 386.

Κυριακή, 6 Απριλίου 2014

Κυριακή Ε' τῶν Νηστειῶν, πρὸς τιμὴν τῆς Ὁσίας Μαρίας τῆς Αἰγυπτίας - Ὕμνοι

Ἡ Ὁσία Μαρία ἡ Αἰγυπτία ἐξομολογήθηκε στὸν Ἅγιο Ζωσιμᾶ καὶ μετέλαβε τῶν Ἀχράντων Μυστηρίων.


Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ σκιρτήματα πάντα τὰ τῆς σαρκός,
χαλινώσασα πόνοις ἀσκητικοῖς,
ἀνδρεῖον ἀπέδειξας, τῆς ψυχῆς σου τὸ φρόνημα·
τὸν γὰρ Σταυρὸν ποθήσασα, Κυρίου θεάσασθαι,
ἱερῶς ἀοίδιμε, τῷ Κόσμῳ ἐσταύρωσαι· 
ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας, 
προθύμως διήγειρας, σεαυτὴν παμμακάριστε. 
Διὰ τοῦτο γεραίρομεν, τὴν μνήμην σου Μαρία πιστῶς, 
τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, 
τοῦ δωρηθῆναι πλουσίως, 
ἡμῖν ταῖς πρεσβείαις σου.


Θεοτοκίον. Ὅμοιον.
Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν,
καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί·
δεινῶς γὰρ κατεπόντισε, καταιγὶς τῶν πταισμάτων με·
ἀλλ' ἡ τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον,
ἐπ' ἐμὲ ἐπίβλεψον, Παρθένε καὶ ρῦσαί με,
πάσης ἁμαρτίας, καὶ παθῶν ψυχοφθόρων, 
καὶ πάσης κακώσεως, τοῦ δεινοῦ πολεμήτορος, 
ἵνα ψάλλω γηθόμενος·
Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, 
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς καταφεύγουσι πίστει, 
τῇ σκέπῃ σου Ἄχραντε.

Πηγή: Τριώδιον, «Ἐκκλησιαστική Βιβλιοθήκη ΦΩΣ» σελ. 336.

Κυριακή, 30 Μαρτίου 2014

Κύριακὴ Δ' τῶν Νηστειῶν, πρὸς τιμὴν τοῦ Ὁσίου Ἰωάννου τῆς Κλίμακος - Ὕμνοι



Ἦχος πλ. δ' . Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ Ἰωάννη Ὅσιε, διαπαντός, ἀληθῶς, 
τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, 
μελετῶν πρακτικώτατα, 
τὰ θεόπνευστα, λόγια πάνσοφε, 
καὶ τὴν ἐκεῖθεν ἀναπηγάζουσαν,
χάριν ἐπλούτησας, γεγονὼς μακάριος,
τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, 
καταστρεψάμενος.


Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς τῶν δακρύων πηγαῖς, 
τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι, 
τὸν Θεὸν ἱλασκόμενος, 
ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν, 
τὴν τούτου Μάκαρ, καὶ ὡραιότητα· 
ἦς ἐπαξίως νῦν, ἀπολαύεις ἄληκτα, χαρμονικῶς,
μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε.


Πάτερ Ἰωάννη Ὅσιε, ἀναπτερώσας τὸν νοῦν, 
πρὸς Θεὸν διὰ πίστεως,  κοσμικῆς συγχύσεως, 
ἐβδελύξω τὸ ἄστατον,
καὶ τὸν Σταυρόν σου, ἀναλαβόμενος, 
τῷ Παντεπόπτῃ, κατηκολούθησας, 
σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως, τῷ λογισμῷ, 
σθένει δουλωσάμενος, τοῦ θείου Πνεύματος. 

Πηγή: Τριώδιον, «Ἐκκλησιαστική Βιβλιοθήκη ΦΩΣ»σελ. 271-272.
    

Κυριακή, 23 Μαρτίου 2014

Κυριακὴ Γ' τῶν Νηστειῶν, τῆς Σταυροπροσκυνήσεως - Ὕμνοι


Κοντάκιον Αὐτόμελον. Ἦχος βαρύς. 
Οὐκέτι φλογίνη ρομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· 
αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις, τὸ ξύλον τοῦ Σταυροῦ· 
θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται· 
ἐπέστης δὲ Σωτήρ μου τοῖς ἐν Ἅδῃ· 
Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.


Ὁ Οἷκος.
Τρεῖς σταυροὺς ἐπήξατο, ἐν Γολγοθᾷ ὁ Πιλᾶτος, 
δύο τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου· 
ὃν εἶδεν ὁ ᾍδης, καὶ εἶπε τοῖς κάτω· 
Ὦ λειτουργοί μου καὶ δυνάμεις μου, 
τίς ὁ ἐμπήξας ἦλον τῇ καρδίᾳ μου, 
ξυλίνῃ μὲ λόγχῃ ἐκέντησεν ἄφνω, καὶ διαρρήσομαι· 
τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, 
τὰ αἰσθητήριά μου· μαιμάσσει τὸ πνεῦμα μου,
καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδάμ, 
καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι· 
ξύλον γὰρ τούτους εἰσάγει, πάλιν εἰς τὸν Παράδεισον.

Πηγή: Τριώδιον, «Φῶς», σελ. 233.

Κυριακή, 16 Μαρτίου 2014

Κυριακή Β' τῶν Νηστειῶν πρὸς τιμὴν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ - Ὕμνοι

      

             Ἄγγελος ἀνεφάνης, ἐπὶ γῆς τῶν ἀρρήτων, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλων· ταῖς γὰρ τῶν Ἀσωμάτων φωναῖς, ἀνθρωπίνῳ νοΐ τε καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς, καὶ βοᾶν σοι Θεορρῆμον, ἔπεισας ταῦτα· 
           
Χαῖρε, δι' οὗ τὸ σκότος ἠλάθη· Χαῖρε, δι' οὗ τὸ φῶς ἀντεισῆλθε.
        
Χαῖρε, τῆς ἀκτίστου Θεότητος Ἄγγελε· χαῖρε τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε.

Χαῖρε, ὕψος ἀνεπίβατον, τήν Θεοῦ φύσιν τρανῶν· χαῖρε, βάθος δυσθεώρητον, τήν ἐνέργειαν εἰπών.

Χαῖρε, ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας· χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας.

Χαῖρε, φωστὴρ ὁ δείξας τὸν Ἥλιον· χαῖρε, κρατήρ, τοῦ νέκταρος πάροχε.

Χαῖρε, δι' οὗ ἡ ἀλήθεια λάμπει· χαῖρε, δι' οὗ ἐσκοτίσθη τὸ ψεῦδος, 

Χαῖρε, Κήρυξ τῆς χάριτος.    

   Ὕμνοι Τριωδίου

Πηγές: Τριώδιον, Φῶς, σελ. 197.