Ἄνθρωπος: ἄνω θρώσκω, τὰ ἄνω ζητῶ, ἄνω σχῶμεν τὰς καρδίας!
Εμφάνιση αναρτήσεων με ετικέτα Μοναχὸς Γεράσιμος Μικραγιαννανίτης. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Μοναχὸς Γεράσιμος Μικραγιαννανίτης. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή, 26 Ιουλίου 2015

Ἁγία Ὁσιομάρτυς Παρασκευή πρέσβευε ὑπέρ ἡμῶν.



Ἀπολυτίκιον. Ἦχος α’.
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, 
ἐργασάμενη φερώνυμε, 
τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι, 
Παρασκευὴ Ἀθληφόρε· 
ὅθεν προχέεις ἰάματα, 
καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῇ Ἀθληφόρῳ οἱ πιστοὶ τὸν ὑμνητήριον
Παρασκευῇ δεῦτε συμφώνως ἀναμέλψωμεν·
Ἀπαστράπτει γὰρ τοῖς θαύμασιν ἐν τῷ κόσμῳ
Ἀπελαύνουσα τῆς πλάνης τὴν σκοτόμαιναν
Καὶ παρέχουσα πιστοῖς τὴν χάριν ἄφθονον
Τοῖς κραυγάζουσι, χαίροι Μάρτυς πολύαθλε. 


Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας ἡ λαμπηδών, 
καὶ τῶν ἰαμάτων, πολυχεύμων ὄντως κρουνός· 
χαίροις προστασία, καὶ σκέπη οὐρανία, 
Παρασκευὴ θεόφρον, τῶν εὐφημούντων σε.

Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας 

Πηγή: Νέος Ἐνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, «Ἅγιον Ὄρος», σελ. 400-401.

Δευτέρα, 14 Ιουλίου 2014

Πρὸς τιμὴν τοῦ Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου

 
Ἀπολυτίκιον. Ἦχος γ'. Tὴν ὡραιότητα. 

Σοφίας  χάριτι, Πάτερ κοσμούμενος, 
σάλπιγξ θεόφθογγος, ὤφθης τοῦ Πνεύματος, 
καὶ ἀρετῶν ὑφηγητής, Νικόδημε θεηγόρε, 
πᾶσι γὰρ παρέθηκας, σωτηρίας διδάγματα, 
βίου καθαρότητος, διεκφαίνων τὴν ἔλλαμψιν, 
τῷ πλούτῳ τῶν ἐνθέων σου λόγων,
 δι' ὧν ὡς φῶς τῷ κόσμῳ ἔλαμψας. 


Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ. 

Ὡς ἐναρέτου πολιτείας μύστην ἄριστον 
Καὶ εὐσεβείας θεοφόρητον διδάσκαλον 
Ἡ Ὀρθόδοξος γεραίρει σε Ἐκκλησία· 
Οὐρανόθεν γὰρ τὸ χάρισμα δεξάμενος 
Καταυγάζεις τοῖς ἐνθέοις σου συγγράμμασι 
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Νικόδημε. 


Μεγαλυνάριον. 

Χαίροις Ἐκκλησίας νέος φωστήρ, 
καὶ Ἁγίου Ὄρους, ἐγκαλώπισμα ἱερόν· 
χαίροις Μοναζόντων, ὁ φωτοφόρος λύχνος, 
Νικόδημε παμμάκαρ, Νάξου τὸ καύχημα. 


Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

Πηγή: Νέος Ἑνιαύσιος στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, Καλύβη Τιμίου Προδρόμου,Σκήτη Μικρᾶς Ἁγίας Ἄννης, σελ. 387-388.

Κυριακή, 6 Ιουλίου 2014

Κυριακή Δ' Ματθαίου - Ὕμνοι πρὸς τιμὴν τοῦ Ἁγίου Σισώη τοῦ Μεγάλου

Ὁ Ἅγιος Σισώης ὁ Μέγας στὸν τάφο τοῦ Μεγάλου Ἀλεξάνδρου.
«Σταματώντας μία ἡμέρα κοντὰ στὸν τάφο τοῦ Μεγάλου Ἀλεξάνδρου, συλλογίστηκε κατάπληκτος τὴν ματαιότητα τῆς ἐπίγειας δόξας καὶ ἔχυσε δάκρυα γιὰ τὴν κοινὴ μοίρα κάθε ἀνθρώπου».*


Ἀπολυτίκιον. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. 

Ἐκ παιδὸς γεωργήσας ζωὴν τὴν κρείττονα, 
τῶν κατ' αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, 
τῶν Ἀγγέλων μιμητὰ Σισώη Ὅσιε· 
ὅθεν ὡς ἥλιος λαμπρός, 
ἀπαυγάζεις τηλαυγῶς, 
ἐν ὥρᾳ τῆς σῆς ἐξόδου,
δηλοποιῶν τὴν σὴν δόξαν, 
καὶ καταλάμπων τὰς ψυχὰς ἡμῶν.


Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον. 

Ἐν ἀσκήσει ἅγγελος ἐν γῇ ὡράθης, 
καταυγάζων Ὅσιε, 
τὰς διανοίας τῶν πιστῶν, 
θεοσημείαις ἑκάστοτε·
ὅθεν σε πάντες, 
Σισώη γεραίρομεν. 

 
Μεγαλυνάριον. 

Νέκρωσιν Σισώη ζωοποιόν, 
παθῶν τῇ ἐκδύσει,  ἐνδυσάμενος ὁλικῶς, 
νεκροὺς ὡς ἐξ ὕπνου, τῷ ἱερῷ σου λόγῳ, 
ἐξήγειρας νεκρώσας, τόν παναλάστορα.
   

Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

Πηγή: Νέος Ἑνιαύσιος στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, Καλύβη Τιμίου Προδρόμου,Σκήτη Μικρᾶς Ἁγίας Ἄννης, σελ. 375-376.

________________________________________
* Ἀπόσπασμα ἀπὸ τὸν Νέο Συναξαριστὴ τῆς Ὀρθοδόξου Ἐκκλησίας, Ἱερομονάχου Μακαρίου Σιμωνοπετρίτου, «Ἴνδικτος», σελ. 69.

Δευτέρα, 30 Ιουνίου 2014

Ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν Δώδεκα - Μοναχὸς Γεράσιμος Μικραγιαννανίτης


Ἀπολυτίκιον. Ἦχος γ'. Τὴν ὡραιότητα. 

Ὡς δωδεκάπυρσος, λυχνία ἔλαμψαν, 
οἱ Δωδεκάριθμοι, Χριστοῦ Ἀπόστολοι, 
Πέτρος καὶ Παῦλος σὺν Λουκᾷ, 
Ἀνδρέας καὶ Ἰωάννης, Βαρθολομαῖος 
Φίλιππος, σὺν Ματθαίῳ καὶ Σίμωνι, 
Μᾶρκος, καὶ Ἰάκωβος, καὶ Θωμᾶς ὁ μακάριος, 
καὶ ηὔγασαν τοὺς πίστει βοῶντας· 
χαίρετε Λόγου οἱ αὐτόπται. 


Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. 

Ἡ δωδεκάχορδος καὶ εὔσημος νάβλα, 
τῶν πανευφήμων καὶ σοφῶν Ἀποστόλων, 
ἐμπνεομένη Πνεύματος ταῖς θείαις αὐγαῖς, 
πᾶσι μὲν ἐκήρυξεν, εὐσεβείας τὸν φθόγγον, 
γλώσσας δὲ ἐφίμωσεν, ἀσεβείας τῷ λόγῳ· 
οὓς εὐφημοῦντες εἴπωμεν τρανῶς· 
χαίρετε μύσται, Χριστοῦ καὶ διάκονοι.


Μεγαλυνάριον. 
Πέτρον Παῦλον Μᾶρκον σὺν τῷ Λουκᾷ, 
Φίλιππον Ἀνδρέαν, Ἰωάννην τε καὶ Θωμᾶν, 
Σίμωνα Ματθαῖον, καὶ τὸν Βαρθολομαῖον, 
σὺν θείῳ Ἰακώβῳ, ὕμνοις τιμήσωμεν. 


Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

Πηγή: Νέος Ἑνιαύσιος στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, Καλύβη Τιμίου Προδρόμου,Σκήτη Μικρᾶς Ἁγίας Ἄννης, σελ. 369.

Κυριακή, 22 Ιουνίου 2014

Κυριακὴ τῶν ἐν Ἄθῳ Ὁσίων Πατέρων - Ὕμνοι


Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Τοὺς τοῦ Ἄθω Πατέρας καὶ ἀγγέλους ἐν σώματι, Ὁμολογητὰς καὶ Ὁσίους, Ἱεράρχας καὶ Μάρτυρας, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, 
μιμούμενοι αὐτῶν τὰς ἀρετάς, 
ἡ τοῦ Ὄρους πληθὺς πᾶσα τῶν Μοναστῶν,
 κραυγάζοντες ὁμοφώνως· 
δόξα τῷ ἁγιάσαντι ὑμᾶς, 
δόξᾳ τῷ στεφανώσαντι, 
δόξα τῷ ἐν κινδύνοις ἡμῶν, 
ὑμᾶς προστάτας δείξαντι.


Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς οὐρανώσαντας τὸ Ὄρος Πατέρας, 
καὶ ὑποδείξαντας ἐν τούτῳ τὸν βίον, 
Ἀγγέλων πολιτεύεσθαι καὶ πλήθη Μοναχῶν, 
ἐν αὐτῷ συνάξαντας, ἀνευφημήσωμεν πάντας, 
πρὸς αὐτοὺς κραυγάζοντες· Ἀπὸ πάσης ἀνάγκης, 
καὶ ἐπηρείας ῥύσασθε ἡμᾶς, πληθὺς Ὁσίων, 
τοῦ Ἅθω τὸ καύχημα.


Μεγαλυνάριον. 

Τοὺς τοῦ Ὄρους Ἄθω καθηγητάς, 
Μοναστὰς Μιγάδας, Ἱεράρχας καὶ Ἀθλητάς, 
Ὁμολογητάς τε, Ποιμένας καὶ Ὁσίους, 
τῶν Μοναστῶν τὰ πλήθη, ὕμνοις τιμήσωμεν. 

Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

Πηγή: Νέος Ἑνιαύσιος στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, Καλύβη Τιμίου Προδρόμου,Σκήτη Μικρᾶς Ἁγίας Ἄννης, σελ. 470-471.

Πέμπτη, 29 Μαΐου 2014

Τῆς Ἀναλήψεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ - Μοναχὸς Γεράσιμος Μικραγιαννανίτης


Ἀπολυτίκιον. Ἦχος δ'. 
Ἀνελήφθης ἐν δόξῃ Χριστὲ ὁ Θεὸς ἡμῶν, 
χαροποιήσας τοὺς μαθητὰς, 
τῇ ἐπαγγελίᾳ τοῦ Ἁγίου Πνεύματος, 
βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, 
ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, 
ὁ Λυτρωτὴς τοῦ κόσμου.


Κοντάκιον. Ἦχος πλ. β'. Αὐτόμελον.
Τὴν ὑπὲρ ἡμῶν, πληρώσας οἰκονομίαν, 
καὶ τὰ ἐπὶ γῆς, ἑνώσας τοῖς οὐρανίοις, 
ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, 
οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, 
καὶ βοῶν τοῖς ἀγαπῶσί σε· 
Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεῖς καθ' ἡμῶν.


Μεγαλυνάριον. 
Ἐκ τοῦ ὄρους Σῶτερ τῶν Ἐλαιῶν, 
σαρκὶ ἀνελήφθης, καθορώντων τῶν Μαθητῶν· 
ὅθεν σου τὴν θείαν, Ἀνάληψιν ὑμνοῦμεν· 
δι' ἧς ἡμᾶς πρὸς δόξαν, ὕψώσας ἄρρητον. 


Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

Πηγή: Νέος Ἑνιαύσιος στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, Καλύβη Τιμίου Προδρόμου,Σκήτη Μικρᾶς Ἁγίας Ἄννης, σελ. 466-467.