Ἄνθρωπος: ἄνω θρώσκω, τὰ ἄνω ζητῶ, ἄνω σχῶμεν τὰς καρδίας!
Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Νεκτάριος. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Νεκτάριος. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη, 2 Ιουλίου 2014

Εἰς τὴν Κόρην τὴν ἄσπιλον - Ἅγιος Νεκτάριος


Εἰς τὴν Κόρην τὴν ἄσπιλον

Ὑμνοῦμέν Σε παρθένε ἁγνὴ Θεοκυῆτορ
δι' ἦς τὸ θεῖον κάλλος ἀνέτειλε τῷ κόσμῳ
καὶ πόθῳ γλυκυτάτῳ, κόρη, Σὲ εὐλογοῦμεν. 

Γλώσσῃ ἱερωτάτῃ καὶ χείλεσιν ἁγίοις
καρδίᾳ ἁγνευούσῃ ψυχῇ καθαρωτάτῃ
ὁμολογοῦμεν πάντες ἁγνὴν Θεοῦ μητέρα. 

Φλόγα τὴν βάτον πάλαι ὁ νομοδότης βλέπων
μὴ πυρπολοῦσαν, κόρη, τὸν τύπον κατενόει
τοῦ τόκου Σου τοῦ θείου, ἁγνὴ Θεοκυῆτορ.

Εὐλογημένη, Χαῖρε, Θεογεννῆτορ κόρη, 
ὡς ἀληθῶς τῆς πάλαι ἀρᾶς ἠλευθερώθη 
τὸ γένος τῶν ἀνθρώπων τῷ τόκῳ Σου Παρθένε, 

Σῆς συμπαθείας, κόρη, ἀξίωσον, βοῶ Σοι, 
ἡ μόνη ἀπορρήτως κυήσασα τὸν Λόγον
καὶ σῷσον σαῖς πρεσβείαις τοὺς πίστει Σὲ ὑμνοῦντας. 

Σὺ μόνη ἀνεδείχθης, Παρθένε Θεοτόκε, 
ἀφθόρως Θεομῆτορ Θεόν· γὰρ ἀπορρήτως
νηδύ· συλλαβοῦσα ἀπέτεκες τῷ κόσμῳ. 

Καταφυγὴ καὶ σκέπη πιστῶν καὶ προστασία, 
θερμὴ ἱκετηρία, ταχεῖα μεσιτεία. 
τοὺς Σὲ πιστῶς τιμῶντας Σὺ φρούρει, Παναγία. 

Ἅγιος Νεκτάριος 

Ἐπίσκοπος Πενταπόλεως 

Πηγή: Θεοτοκάριον, Ἁγίου Νεκταρίου, «Ι.Μ. Ἁγίας Τριάδος», σελ. 113-114.

Πέμπτη, 13 Μαρτίου 2014

Εἰς τὸ ρόδον τὸ ἀμάραντον, τὴν Παρθένον - Ἅγιος Νεκτάριος


Ὕμνος πθ' .
Εἰς τὸ ρόδον τὸ ἀμάραντον, τὴν Παρθένον

Ἡ ἀκηλίδωτος Παρθένος καὶ Ἀμνὰς 
ἡ τὸν ἀμνὸν τὸν πᾶσαν νόσον αἴροντα
ἀφράστως ὑπὲρ νοῦν κυοφορήσασα
τὴν ποίμνην Σου, Θεοκυῆτορ, φύλαττε. 

Ἡ τοῦ Ὑψίστου δύναμις, Θεόνυμφε, 
ἡ Σὴν νηδύν, ἁγνή, ἐπισκιάσασα
χωρίον ἔδειξεν σεμνὴ εὐρύχωρον 
χωρῆσαν Θεὸν Λόγον τὸν ἀχώρητον. 

Τῆς ἁμαρτίας ἡ ἀχλὺς καθαίρεται 
τῇ Σῇ πρεσβείᾳ, Δέσποινα πανάχραντε·
τὸ γὰρ ἐκλάμψαν φῶς ἐκ Σοῦ τὸ ἄχρονον 
τὸν ζόφον τῶν πταισμάτων διεσκέδασεν. 

Ἐκ Σοῦ, Παρθενομῆτορ, ὁ ὑπέρφωτος 
ὁ ἥλιος τῆς δόξης ἐξανέτειλεν, 
ὃς τὰς καρδίας πάντων κατεφώτισε
καὶ πρὸς Θεὸν τὸν τριλαμπῆ ἐφείλκυσεν. 

Φαιδρύνεται ἡ κτίσις τῇ συλλήψει Σου 
καὶ μεγαλύνει Σου τὸν τόκον, ἄχραντε, 
καὶ μελῳδοῦσα εὐσεβῶς ἀγάλλεται
καὶ δόξαν τριλαμπῆ ὑμνοῦσα χαίρεται.

Ὁ κτίστης τῶν ἀπάντων καὶ ὑπέρθεος 
τὸ καθ' ἡμᾶς ἁγνὴ ἐκ Σοῦ προσείληφε
καὶ ὡς Θεὸς θεώσας ὑπερύψωσε
καὶ συνεδρεύει τῷ Πατρὶ καὶ Πνεύματι. 

Βροτῶν τὴν σωτηρίαν κατειργάσατο 
ἐν τῷ σταυρῷ, Παρθένε, ὁ Θεάνθρωπος, 
καὶ πάντας νῦν ἀναβοᾶν προτρέπεται, 
τὸν Κύριον ὑμνεῖτε τὸν Πανάγαθον. 

Χαῖρε ὁ τοῦ Κυρίου οἶκος ἔμψυχος,
Χαῖρε τῆς μετανοίας ὅπλον ἄμαχον, 
Χαῖρε Κυρίου πύλη ἀδιόδευτε, 
Χαῖρε τῆς σωτηρίας πύργε ἄσειστε.

Ἅγιος Νεκτάριος 
Ἐπίσκοπος Πενταπόλεως  

Πηγή: Θεοτοκάριον, Ἁγίου Νεκταρίου Μητροπολίτου Πενταπόλεως, Ἱ.Μ. Ἁγίας Τριάδος, σελ. 165-166.

Δευτέρα, 3 Φεβρουαρίου 2014

Εἰς τήν Ἀειπάρθενον Θεοτόκον - Ἅγιος Νεκτάριος



Παναγία ἡ Ἱεροσολυμίτισσα
Εἰς τήν Ἀειπάρθενον Θεοτόκον
 Φωταγωγικός, ἦχ. γ΄. 

Μήτηρ φωτός ἀδύτου φωτί σου φώτισόν με,

ἀπέλασον τά σκότη καί ὅλον ἅγνισόν με.

Φωτιστικαῖς ἀκτῖσι τόν νοῦν καταύγασόν μου,

τάς φρένας τήν καρδίαν φωτός Σου ἔμπλησόν μου.

Βαδίζειν φώτισόν με ὀρθῶς Παρθενομῆτορ,

τάς θείας τρίβους κόρη, ἁγνή θεοκυῆτορ.

Ὁμίχλην τῶν παθῶν μου διάλυσον φωτί Σου,

διάνοιξον τάς κόρας τῇ θείᾳ χάριτί Σου.

Τόν νοῦν μου σκοτισθέντα καταύγασον αὐγῇ Σου,

καί σκέδασον τήν πλάνην τῶν λογισμῶν φωτί Σου.

Πύλη φωτός Παρθένε σκηνή τοῦ Μαρτυρίου,

φωτί Σου λάμπρυνόν με θρόν' ἀγλαέ Κυρίου.

Νεφέλη φωτοφόρε φωτώνυμε Μαρία,

ῥῦσαί με Σαῖς πρεσβείαις Μῆτερ Ὑπεραγία.

Πάναγνε φωτοτόκε Ναέ ἡγιασμένε,

πίστεως φῶς μοι δίδου ἀεί Μήτηρ Παρθένε.

Ὑπέρφωτε Μαρία Σύ φωταγώγησόν με,

ἐλπίδα δ' οὐρανίαν ἁγνή χορήγησόν μοι.

Ἀγάπης ἀειφώτου πλήρου μου τήν καρδίαν

καί πάρεχέ μοι λόγον πρός θείαν Ὑμνῳδίαν.

  
Ἅγιος Νεκτάριος
Ἐπίσκοπος Πενταπόλεως
 

Πηγή: Θεοτοκάριον Ἁγίου Νεκταρίου, σελ. 43